Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
εὑρίσκεται δ᾽ εἰς οἴκημα παιδίσκης
ᾗ συνεισῆλθε καταπεφευγώς καὶ γενόμενος φανερὸς ὑπὸ τῶν γυναικῶν
ἐξελαύνεται διὰ τῶν θυρῶν, τὸ δὲ πρᾶγμα καὶ νυκτὸς εὐθὺς αἱ γυναῖκες
ἀπιοῦσαι τοῖς αὑτῶν ἔφραζον [p. 466] ἀνδράσι, καὶ μεθ᾽ ἡμέραν
ἐχώρει διὰ τῆς πόλεως λόγος ὡς ἀθέσμοις ἐπικεχειρηκότος τοῦ Κλώδιον
καὶ δίκην οὐ τοῖς ὑβρισμένοις μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ τοῖς θεοῖς
ὀφείλοντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.