Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ Καῖσαρ εὐθὺς ἀπὸ τῆς στρατηγίας τῶν
ἐπαρχιῶν τὴν Ἰβηρίαν λαβών, ὡς ἦν [p. 468] δυσδιάθετον αὐτῷ τὸ
περὶ τοὺς δανειστάς ἐνοχλοῦντας ἐξιόντι καὶ καταβοῶντας, ἐπὶ Κράσσον
κατέφυγε πλουσιώτατον ὄντα Ῥωμαίων, δεόμενον δὲ τῆς Καίσαρος ἀκμῆς καὶ
θερμότητος ἐπὶ τὴν πρὸς Πομπήϊον ἀντιπολιτείαν. ἀναδεξαμένου δὲ τοῦ
Κράσσου τοὺς μάλιστα χαλεποὺς καὶ ἀπαραιτήτους τῶν δανειστῶν καὶ
διεγγυήσαντος ὀκτακοσίων καὶ τριάκοντα ταλάντων, οὕτως ἐξῆλθεν ἐπὶ τὴν
ἐπαρχίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.