Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
λέγεται δέ, τὰς Ἄλπεις ὑπερβάλλοντος
αὐτοῦ καὶ πολίχνιόν τι βαρβαρικόν οἰκούμενον ὑπὸ ἀνθρώπων παντάπασιν
ὀλίγων καὶ λυπρόν παρερχομένου, τοὺς ἑταίρους ἅμα γέλωτι καὶ μετὰ
παιδιᾶς ‘ἦ που’ φάναι ‘κἀνταῦθά τινές εἰσιν ὑπὲρ ἀρχῶν φιλοτιμίαι καὶ περὶ πρωτείων
ἅμιλλαι καὶ φθόνοι τῶν δυνατῶν πρὸς ἀλλήλους;’ τὸν δὲ Καίσαρα
σπουδάσαντα πρὸς αὐτοὺς εἰπεῖν, ‘ἐγὼ μὲν ἐβουλόμην
παρὰ τούτοις εἶναι μᾶλλον πρῶτος ἢ παρὰ Ῥωμαίοις δεύτερος.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.