Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐκ τούτου τὸ μὲν δέκατον τάγμα
πρεσβευτὰς ἔπεμψε πρὸς αὐτόν χάριν ἔχειν ὁμολογοῦντες, τὰ δὲ ἄλλα
τοὺς ἑαυτῶν ἐκάκιζον ἡγεμόνας, ὁρμῆς δὲ καὶ προθυμίας γενόμενοι πλήρεις
ἅπαντες ἠκολούθουν ὁδὸν ἡμερῶν πολλῶν, ἕως ἐν διακοσίοις τῶν πολεμίων
σταδίοις κατεστρατοπέδευσαν.
ἦν μὲν οὖν ὅ τι καὶ πρὸς τὴν ἔφοδον αὐτὴν ἐτέθραυστο τῆς γνώμης
τοῦ Ἀριοβίστου. Γερμανοῖς γὰρ ἐπιθήσεσθαι Ῥωμαίους, ὧν ἐπερχομένων
οὐκ ἂν ἐδόκουν ὑποστῆναι, μὴ προσδοκήσας ἐθαύμαζε τὴν Καίσαρος τόλμαν
καὶ τὸν στρατὸν ἑώρα τεταραγμένον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.