Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
περὶ δὲ τῆς πρὸς τούτους γενομένης μάχης
ὁ μὲν Καῖσαρ ἐν ταῖς ἐφημερίσι γέγραφεν ὡς οἱ βάρβαροι διαπρεσβευόμενοι
πρὸς αὐτὸν ἐν σπονδαῖς ἐπιθοῖντο καθ᾽ ὁδόν, Καὶ διὰ τοῦτο τρέψαιντο
τοὺς αὐτοῦ πεντακισχιλίους ὄντας ἱππεῖς ὀκτακοσίοις τοῖς ἐκείνων μὴ
προσδοκῶντας: εἶτα πέμψειαν ἑτέρους πρὸς αὐτὸν αὖθις ἐξαπατῶντας, οὓς
κατασχὼν ἐπαγάγοι τοῖς βαρβάροις τὸ στράτευμα, τὴν πρὸς οὕτως ἀπίστους
καὶ παρασπόνδους πίστιν εὐήθειαν ἡγούμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.