Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ καταλαμβάνει γράμματα μέλλοντα διαπλεῖν
πρὸς αὐτὸν ἀπὸ τῶν ἐν Ῥώμῃ φίλων, δηλοῦντα τὴν τῆς θυγατρὸς αὐτοῦ
τελευτήν τελευτᾷ δὲ τίκτουσα παρὰ Πομπηΐῳ. καὶ μέγα μὲν αὐτὸν ἔσχε
Πομπήϊον, μέγα δὲ Καίσαρα πένθος, οἱ δὲ φίλοι συνεταράχθησαν ὡς τῆς ἐν
εἰρήνῃ Καὶ ὁμονοίᾳ τἆλλα νοσοῦσαν τὴν πολιτείαν φυλαττούσης
οἰκειότητος λελυμένης Καὶ γὰρ τὸ βρέφος εὐθὺς οὐ πολλὰς ἡμέρας μετὰ
τὴν μητέρα διαζῆσαν ἐτελεύτησε. τὴν μὲν οὖν Ἰουλίαν βίᾳ τῶν δημάρχων
ἀράμενον τὸ πλῆθος εἰς τὸ Ἄρειον ἤνεγκε πεδίον, κἀκεῖ κηδευθεῖσα
κεῖται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.