Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τότε δὲ καὶ χειμῶνος ὥρᾳ πάγοι ποταμῶν καὶ νιφετοῖς ἀποκεκρυμμένοι
δρυμοί καὶ πεδία χειμάρροις ἐπιλελιμνασμένα, καὶ πῇ μὲν ἀτέκμαρτοι βάθει
χιόνος ἀτραποί, πῇ δὲ δι᾽ ἑλῶν καὶ ῥευμάτων παρατρεπομένων ἀσάφεια
πολλὴ τῆς πορείας παντάπασιν ἐδόκουν ἀνεπιχείρητα Καίσαρι τὰ τῶν
ἀφισταμένων ποιεῖν. ἀφειστήκει μὲν οὖν πολλὰ φῦλα, πρόσχημα δὲ ἦσαν
Ἀρβέρνοι καὶ Καρνουτῖνοι, τὸ δὲ σύμπαν αἱρεθεὶς κράτος εἶχε τοῦ
πολέμου Οὐεργεντόριξ, οὗ τὸν πατέρα Γαλάται τυραννίδα δοκοῦντα πράττειν
ἀπέκτειναν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.