Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
αἵματι δὲ καὶ νεκροῖς πολλάκις αἰσχύναντες τὸ
βῆμα διεκρίθησαν, ἀναρχίᾳ τὴν πόλιν ὥσπερ ἀκυβέρνητον ναῦν 1 ὑποφερομένην
ἀπολιπόντες, ὥστε τοὺς νοῦν ἔχοντας ἀγαπᾶν εἰ πρὸς μηδὲν αὐτοῖς
χεῖρον, ἀλλὰ μοναρχίαν ἐκ τοιαύτης παραφροσύνης καὶ τοσούτου κλύδωνος
ἐκπεσεῖται τὰ πράγματα, πολλοὶ δὲ ἦσαν οἱ καὶ λέγειν ἐν μέσῳ τολμῶντες
ἤδη πλὴν ὑπὸ μοναρχίας ἀνήκεστον εἶναι τὴν πολιτείαν, καὶ τὸ φάρμακον
τοῦτο χρῆναι τοῦ πρᾳοτάτου τῶν ἰατρῶν ἀνασχέσθαι προσφέροντος,
ὑποδηλοῦντες τὸν Πομπήϊον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.