Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐπὶ τούτοις Πομπήϊος ἐχαυνοῦτο καὶ παρασκευῆς μὲν ἠμέλει στρατιωτῶν,
ὡς μὴ δεδοικώς, λόγοις δὲ καὶ γνώμαις κατεπολιτεύετο τῷ δοκεῖν Καίσαρα,
καταψηφιζόμενος ὧν ἐκεῖνος οὐδὲν ἐφρόντιζεν: ἀλλὰ καὶ λέγεταί τινα τῶν
ἀφιγμένων παρ᾽ αὐτὸν ταξιάρχων ἑστῶτα πρὸ τοῦ βουλευτηρίου καὶ πυθόμενον
ὡς οὐ δίδωσιν ἡ γερουσία Καίσαρι χρόνον τῆς ἀρχῆς, ‘ἀλλ᾽ αὕτη’ φάναι ‘δώσει,’ κρούσαντα τῇ
χειρὶ τὴν λαβὴν τῆς μαχαίρας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.