Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οὔτε γὰρ τὸ χαῖρον ἡσυχίαν ἦγεν, ἀλλὰ
τῷ δεδοικότι καὶ λυπουμένῳ κατὰ πολλὰ συμπῖπτον ἐν μεγάλῃ πόλει καὶ
θρασυνόμενον ὑπὲρ τοῦ μέλλοντος δι᾽ ἐρίδων ἦν, αὐτόν τε Πομπήϊον
ἐκπεπληγμένον ἄλλος ἀλλαχόθεν ἐτάραττε, τοῖς μὲν, ὡς ηὔξησε Καίσαρα
καθ᾽ ἑαυτοῦ καὶ τῆς ἡγεμονίας, εὐθύνας ὑπέχοντα, τῶν δέ, ὅτι
παρείκοντα καὶ προτεινόμενον εὐγνώμονας διαλύσεις ἐφῆκε τοῖς περὶ Λέντλον
ὑβρίσαι, κατηγορούντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.