Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τοῦ δὲ δημάρχου
Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρήματα λαμβάνειν καί νόμους
τινὰς προφέροντος, οὐκ ἔφη τὸν αὐτὸν ὅπλων καί νόμων καιρὸν εἶναι: ‘σὺ δὲ εἰ τοῖς πραττομένοις δυσκολαίνεις, νῦν μὲν
ἐκποδὼν ἄπιθι: παρρησίας [p. 530] γὰρ οὐ δεῖται πόλεμος ὅταν
δὲ κατάθωμαι τὰ ὅπλα συμβάσεων γενομένων, τότε παριὼν δημαγωγήσεις, καὶ
ταῦτα’ ἔφη, ‘λέγω τῶν ἐμαυτοῦ δικαίων
ὑφιέμενος ἐμὸς γὰρ εἰ καί σὺ καί πάντες ὅσους εἴληφα τῶν πρὸς
ἐμὲ στασιασάντων.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.