Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ τούτου κατέπλευσε μὲν Ἀντώνιος ἀπὸ
Βρεντεσίου τὰς δυνάμεις ἄγων θαρρήσας δὲ Καῖσαρ προὐκαλεῖτο Πομπήϊον
ἱδρυμένον ἐν καλῷ καί χορηγούμενον ἔκ τε γῆς καί θαλάττης ἀποχρώντως,
αὐτὸς ἐν οὐκ ἀφθόνοις διάγων κατ᾽ ἀρχάς, ὕστερον δὲ καί σφόδρα
πιεσθεὶς ἀπορίᾳ τῶν ἀναγκαίων, ἀλλὰ ῥίζαν τινὰ κόπτοντες οἱ στρατιῶται
καί γάλακτι φυρῶντες προσεφέροντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.