Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Καῖσαρ δὲ ὑπαντιάζων ἐπειρᾶτο μὲν
ἀναστρέφειν τοὺς φεύγοντας, ἐπέραινε δὲ οὐδέν, ἀλλ᾽ ἐπιλαμβανομένου τῶν
σημείων ἀπερρίπτουν οἱ κομίζοντες, ὥστε δύο καί τριάκοντα λαβεῖν τοὺς
πολεμίους, αὐτὸς δὲ παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν. ἀνδρὶ γὰρ μεγάλῳ καὶ
ῥωμαλέῳ φεύγοντι παρ᾽ αὑτόν ἐπιβαλὼν τὴν χεῖρα μένειν ἐκέλευσε καί
στρέφεσθαι πρὸς τοὺς πολεμίους ὁ δὲ μεστὸς ὢν ταραχῆς παρὰ τὸ δεινόν
ἐπήρατο τὴν μάχαιραν ὡς καθιξόμενος, φθάνει δὲ ὁ τοῦ Καίσαρος
ὑπασπιστὴς ἀποκόψας αὐτοῦ τὸν ὦμον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.