Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὁ γοῦν πρῶτος
ὑπιδέσθαι δοκῶν αὐτοῦ καὶ φοβηθῆναι τῆς πολιτείας ὥσπερ θαλάττης τὰ
διαγελῶντα [p. 450] καὶ τὴν ἐν τῷ φιλανθρώπῳ καὶ ἱλαρῷ
κεκρυμμένην δεινότητα τοῦ ἤθους καταμαθὼν Κικέρων ἔλεγε τοῖς ἄλλοις
ἅπασιν ἐπιβουλεύμασιν αὐτοῦ καὶ πολιτεύμασι τυραννικὴν ἐνορᾶν διάνοιαν,
‘ἀλλ᾽ ὅταν’ ἔφη, ‘τὴν
κόμην οὕτω διακειμένην περιττῶς ἴδω κἀκεῖνον ἑνὶ δακτύλῳ κνώμενον,
οὔ μοι δοκεῖ πάλιν οὗτος ἅνθρωπος εἰς νοῦν ἂν ἐμβαλέσθαι τηλικοῦτον
κακόν, ἀναίρεσιν τῆς Ῥωμαίων πολιτείας.’ ταῦτα μὲν οὖν ὕστερον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.