Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὁ δὲ τὴν μὲν ἄλλην πορείαν χαλεπῶς ἤνυσεν,
οὐδενὸς παρέχοντος ἀγοράν, ἀλλὰ πάντων καταφρονούντων Διὰ τὴν ἔναγχος
ἧτταν ὡς δὲ εἷλε Γόμφους, Θεσσαλικὴν πόλιν, οὐ μόνον ἔθρεψε τὴν
στρατιάν, ἀλλὰ καὶ τοῦ νοσήματος ἀπήλλαξε παραλόγως. ἀφθόνῳ γὰρ
ἐνέτυχον οἴνῳ, καὶ πιόντες ἀνέδην, εἶτα χρώμενοι κώμοις καὶ
βακχεύοντες ἀνὰ τὴν ὁδὸν, ἐκ μέθης διεκρούσαντο καὶ παρήλλαξαν τὸ πάθος,
εἰς ἕξιν ἑτέραν τοῖς σώμασι μεταπεσόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.