Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
πέμπειν δὲ πολλοὺς
εἰς Ῥώμην μισθουμένους καὶ προκαταλαμβάνοντας οἰκίας ὑπατεύουσι καὶ
στρατηγοῦσιν ἐπιτηδείους, ὡς εὐθὺς ἄρξοντες μετὰ τὸν πόλεμον. μάλιστα δὲ
ἐσφάδαζον οἱ ἱππεῖς ἐπὶ τὴν μάχην ἠσκημένοι περιττῶς ὅπλων λαμπρότησι
καὶ τροφαῖς ἵππων καὶ κάλλει σωμάτων, μέγα φρονοῦντες καὶ διὰ τὸ πλῆθος,
ἑπτακισχίλιοι πρὸς χιλίους τοὺς Καίσαρος ὄντες. ἦν δὲ καὶ τὸ τῶν
πεζῶν πλῆθος οὐκ ἀγχώμαλον, ἀλλὰ τετρακισμύριοι καὶ πεντακισχίλιοι
παρετάττοντο δισμυρίοις καὶ δισχιλίοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.