Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τῇ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰς φυλακὰς
ἐφοδεύοντος αὐτοῦ περὶ τὸ μεσονύκτιον ὤφθη λαμπὰς οὐρανίου πυρός, ἣν
ὑπερενεχθεῖσαν τὸ Καίσαρος στρατόπεδον λαμπρὰν καὶ φλογώδη γενομένην
ἔδοξεν εἰς τὸ Πομπηΐου καταπεσεῖν. ἑωθινῆς δὲ φυλακῆς καὶ πανικὸν
τάραχον ᾔσθοντο γιγνόμενον παρὰ τοῖς πολεμίοις, οὐ μὴν μαχεῖσθαί γε κατ᾽
ἐκείνην προσεδόκα τὴν ἡμέραν, ἀλλὰ ὡς ἐπὶ Σκοτούσσης ὁδεύων
ἀνεζεύγνυεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

