Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
εἰ δὲ μὴ Καῖσαρ αὐτός, ἅμα δὲ
Καίσαρι Πολλίων Ἀσίννιος βοηθοῦντες ἐκ τοῦ χάρακος ἔσχον τὴν φυγήν,
διεπέπρακτ᾽ ἂν ὁ πόλεμος, ἔστι δ᾽ ὅτε καὶ καθ᾽ ἑτέραν μάχην
ἐπλεονέκτησαν οἱ πολέμιοι συμπλοκῆς γενομένης, ἐν ᾗ Καῖσαρ τὸν
ἀετοφόρον φεύγοντα λέγεται κατασχὼν ἐκ τοῦ αὐχένος ἀναστρέψαι καὶ
εἰπεῖν ‘ἐνταῦθα εἰσιν οἱ πολέμιοι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.