Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τοῦτο μὲν οὖν οὐκ οἶ δα ὅπως ὁ Κικέρων,
εἴπερ ἦν ἀληθές, ἐν τῷ περὶ τῆς ὑπατείας οὐκ ἔγραψεν αἰτίαν δὲ
εἶχεν ὕστερον ὡς ἄριστα τῷ καιρῷ τότε παρασχόντι κατὰ τοῦ Καίσαρος
μὴ χρησάμενος, ἀλλ᾽ ἀποδειλιάσας τὸν δῆμον ὑπερφυῶς περιεχόμενον τοῦ
Καίσαρος, ὅς γε καὶ μετ᾽ ὀλίγας ἡμέρας εἰς τὴν βουλὴν εἰσελθόντος
αὐτοῦ καὶ περὶ ὧν ἐν ὑποψίαις ἦν ἀπολογουμένου καὶ περιπίπτοντος
θορύβοις πονηροῖς, ἐπειδὴ πλείων τοῦ συνήθους ἐγίγνετο τῇ βουλῇ
καθεζομένῃ χρόνος, ἐπῆλθε μετὰ κραυγῆς καὶ περιέστη τὴν σύγκλητον,
ἀπαιτῶν τὸν ἄνδρα καὶ κελεύων ἀφεῖναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.