Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
τρεψάμενοι δὲ καὶ νικήσαντες ἐδίωκον ὅσον
ἐκβεβαιώσασθαι τὸ νίκημα τῇ φυγῇ τῶν πολεμίων, εἶτα εὐθὺς ἀνεχώρουν,
οὔτε γενναῖον οὔτε Ἑλληνικὸν ἡγούμενοι κόπτειν καὶ φονεύειν
ἀπολεγομένους καὶ παρακεχωρηκότας. ἦν δὲ οὐ μόνον καλὸν τοῦτο καὶ
μεγαλόψυχον, ἀλλὰ καὶ χρήσιμον. εἰδότες γὰρ οἱ μαχόμενοι πρὸς αὐτοὺς
ὅτι τοὺς ὑφισταμένους ἀναιροῦσι, φείδονται δὲ τῶν ἐνδιδόντων, τοῦ
μένειν τὸ φεύγειν ἡγοῦντο λυσιτελέστερον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.