Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἡ δὲ Βρασίδου μήτηρ Ἀργιλεωνίς, ὡς
ἀφικόμενοί τινες εἰς Λακεδαίμονα τῶν ἐξ Ἀμφιπόλεως εἰσῆθλον πρὸς
αὐτήν, ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανε καὶ τᾶς Σπάρτας ἀξίως:
μεγαλυνόντων δὲ ἐκείνων τὸν ἄνδρα καὶ λεγόντων ὡς οὐκ ἔχει τοιοῦτον
ἄλλον ἡ Σπάρτη: ‘μὴ λέγετε,’ εἶπεν, ‘ὦ ξένοι: καλὸς μέν γάρ ἦν καὶ ἀγαθὸς ὁ
Βρασίδας, πολλοὺς δὲ ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.