Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Ἀριστοτέλης δὲ μάλιστά φησι καὶ τοὺς ἐφόρους, ὅταν εἰς τὴν ἀρχὴν
καταστῶσι πρῶτον, τοῖς εἵλωσι καταγγέλλειν πόλεμον, ὅπως εὐαγὲς ᾖ τὸ
ἀνελεῖν.
καὶ τἆλλα δὲ τραχέως προσεφέροντο καὶ σκληρῶς αὐτοῖς, ὥστε καὶ πίνειν
ἀναγκάζοντες πολὺν ἄκρατον εἰς τὰ συσσίτια παρεισῆγον, ἐπιδεικνύμενοι τὸ
μεθύειν οἷόν ἐστι τοῖς νέοις. καὶ ᾠδὰς ἐκέλευον ᾁδειν καὶ χορείας
χορεύειν ἀγεννεῖς καὶ καταγελάστους, ἀπέχεσθαι δὲ τῶν ἐλευθέρων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.