previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μάριος δὲ τὸν Σατορνῖνον ἀντὶ τῆς ὑπουργίας ταύτης ἐπὶ πᾶν προϊόντα τόλμης καὶ δυνάμεως περιορᾶν ἀναγκαζόμενος, ἔλαθεν οὐκ ἀνεκτὸν ἀπεργασάμενος κακόν, ἀλλ᾽ ἄντικρυς ὅπλοις καὶ σφαγαῖς ἐπὶ τυραννίδα καὶ πολιτείας ἀνατροπὴν πορευόμενον. αἰδούμενος δὲ τοὺς κρατίστους, θεραπεύων δὲ τοὺς πολλούς, ἔργον ἀνελεύθερον ἐσχάτως ὑπέμεινε καὶ παλίμβολον. [2] ἐλθόντων γάρ ὡς αὐτὸν ὑπὸ νύκτα τῶν πρώτων [p. 548] ἀνδρῶν καὶ παρακαλούντων ἐπὶ τὸν Σατορνῖνον, ἑτέραις θύραις ἐκεῖνον ὑπεδέξατο τούτων ἀγνοούντων. εἶτα πρόφασιν λέγων πρὸς ἀμφοτέρους κοιλίας διάρροιαν, νῦν μὲν ὡς τούτους, νῦν δὲ ὡς ἐκεῖνον ἐπὶ τῆς οἰκίας ἀνά μέρος διατρέχων συνέκρουε καὶ παρώξυνεν. [3] οὐ μὴν ἀλλὰ καὶ τῆς βουλῆς καὶ τῶν ἱππέων συνισταμένων καὶ ἀγανακτούντων ἐξήνεγκεν εἰς ἀγορὰν τὰ ὅπλα, καὶ καταδιωχθέντας αὐτοὺς εἰς τὸ Καπετώλιον εἷλε δίψει: τοὺς γὰρ ὀχετοὺς ἀπέκοψεν, οἱ δ̓ ἀπειπόντες ἐκεῖνον ἐκάλουν καὶ παρέδωκαν σφᾶς αὐτοὺς διὰ τῆς λεγομένης δημοσίας πίστεως. [4] ἐπεὶ δὲ παντοῖος γενόμενος ὑπὲρ τοῦ σῶσαι τοὺς ἄνδρας οὐδὲν ὤνησεν, ἀλλὰ κατιόντες εἰς ἀγορὰν ἀνῃρέθησαν, ἐκ τούτου τοῖς τε δυνατοῖς ἅμα καὶ τῷ δήμῳ προσκεκρουκώς, τιμητείας παραπεσούσης ἐπίδοξος ὢν οὐ μετῆλθεν, ἀλλ᾽ εἴασεν ἑτέρους ὑποδεεστέρους αἱρεθῆναι, δεδιὼς ἀποτυχεῖν. ἄλλως δὲ αὐτὸς ἐκαλλωπίζετο πολλοῖς μὴ θέλειν ἀπεχθάνεσθαι τοὺς βίους αὐτῶν καὶ τὰ ἤθη πικρῶς ἐξετάζων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: