previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀσπασάμενος δὲ τὸν Κίνναν καὶ τοῖς στρατιώταις ἐντυχὼν εὐθὺς εἴχετο τοῦ ἔργου καὶ μεγάλην μεταβολὴν τῶν πραγμάτων ἐποίησε. πρῶτον μὲν γάρ ταῖς ναυσὶ τὰ σιτηγὰ περικόπτων καὶ τοὺς ἐμπόρους ληιζόμενος ἐκράτησε τῆς ἀγορᾶς, ἔπειτα τὰς παραλίους πόλεις ἐπιπλέων ᾕρει. τέλος δὲ τὴν Ὠστίαν αὐτὴν λαβὼν ἐκ προδοσίας τά τε χρήματα διήρπασε καὶ τῶν ἀνθρώπων τοὺς πολλοὺς ἀπέκτεινε, καὶ γεφυρώσας τὸν ποταμὸν ἀπέκοψε κομιδῇ τὰς ἐκ θαλάσσης εὐπορίας τῶν πολεμίων, [2] ἄρας δὲ τῷ στρατῷ πρὸς τὴν πόλιν ἐχώρει καὶ τὸ καλούμενον Ἰανοῦκλον ὄρος κατέσχεν, οὐ τοσοῦτον ἀπειρίᾳ τοῦ Ὀκταβίου τὰ πράγματα βλάπτοντος, ὅσον ἀκριβείᾳ τῶν δικαίων προϊεμένου τὰ χρειώδη παρὰ τὸ συμφέρον, ὅς [p. 582] γε πολλῶν κελευόντων αὐτὸν ἐπ᾽ ἐλευθερίᾳ καλεῖν τοὺς οἰκέτας οὐκ ἔφη δούλοις μεταδώσειν τῆς πατρίδος, ἧς Γάϊον Μάριον εἴργει τοῖς νόμοις ἀμύνων. [3] ἐπεὶ δὲ Μέτελλος υἱὸς Μετέλλου τοῦ στρατηγήσαντος ἐν Λιβύῃ καὶ διὰ Μάριον ἐκπεσόντος ἧκεν εἰς Ῥώμην καὶ πολὺ τοῦ Ὀκταβίου στρατηγικώτερος ἐφαίνετο, καταλιπόντες οἱ στρατιῶται τὸν Ὀκτάβιον ἧκον ὡς ἐκεῖνον ἄρχειν δεόμενοι καὶ σῴζειν τὴν πόλιν εὖ γὰρ ἀγωνιεῖσθαι καὶ κρατήσειν ἔμπειρον ἡγεμόνα καὶ δραστήριον λαβόντες. ἀγανακτήσαντος δὲ τοῦ Μετέλλου καὶ κελεύοντος ἀπιέναι πρὸς τὸν ὕπατον, ᾤχοντο πρὸς τοὺς πολεμίους, ὑπεξέστη δὲ καὶ Μέτελλος ἀπογνοὺς τὴν πόλιν.

[4] Ὀκτάβιον δὲ Χαλδαῖοι καὶ θύται τινὲς καὶ σιβυλλισταὶ πείσαντες ἐν Ῥώμῃ κατέσχον, ὡς εὖ γενησομένων. γὰρ ἀνήρ οὗτος δοκεῖ, τἆλλα Ῥωμαίων εὐγνωμονέστατος γενόμενος καὶ μάλιστα δὴ τὸ πρόσχημα τῆς ὑπατείας ἀκολάκευτον ἐπὶ τῶν πατρίων ἐθῶν καὶ νόμων ὥσπερ διαγραμμάτων ἀμεταβόλων διαφυλάξας, ἀρρωστίᾳ τῇ περὶ ταῦτα χρήσασθαι, πλείονα συνὼν χρόνον ἀγύρταις καὶ μάντεσιν πολιτικοῖς καὶ πολεμικοῖς ἀνδράσιν. [5] οὗτος μὲν οὖν, πρὶν εἰσελθεῖν τὸν Μάριον, ὑπὸ τῶν προπεμφθέντων ἀπὸ τοῦ βήματος κατασπασθεὶς ἐσφάττετο καὶ λέγεται διάγραμμα Χαλδαϊκὸν ἐν τοῖς κόλποις αὐτοῦ φονευθέντος εὑρεθῆναι. καὶ τὸ πρᾶγμα πολλὴν ἀλογίαν εἶχε, τὸ δυεῖν ἡγεμόνων ἐπιφανεστάτων Μάριον μὲν [p. 584] ὀρθῶσαι τὸ μὴ καταφρονῆσαι μαντικῆς, Ὀκτάβιον δὲ ἀπολέσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: