Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τηνικαῦτα δὲ ὁρῶν τὸ πλῆθος ἄνευ μεγάλης
ἀνάγκης μήτε σώζεσθαι δυνάμενον μήτε σῴζειν,
ἀλλ᾽ οἷον ἐκείνου προπολεμοῦντος οἴκοι καθῆσθαι
περὶ λουτρὰ καὶ συνουσίας γενόμενον, ἀπέκλεισε
μὲν τὰ γυμνάσια καὶ τοὺς περιπάτους, ἐν οἷς
ἀλύοντες ὑπὲρ τῶν πραγμάτων λόγῳ διεστρατήγουν,
πότους δὲ καὶ κώμους καὶ θαλίας ἀκαίρους
ἀνεῖλεν, ἐκάλει δὲ πρὸς τὰ ὅπλα, καὶ περὶ τοὺς
καταλόγους τῶν στρατευομένων ἀπαραίτητος
ἦν καὶ λυπηρός, ὥστε πολλοὺς ἐκ τῆς πόλεως
ἀπελθεῖν ἀηθείᾳ τοῦ ἄρχεσθαι δουλείαν τὸ μὴ
πρὸς ἡδονὴν ζῆν καλοῦντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.