Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἦν δὲ δορατισμὸς τὸ πρῶτον, εἶτα
ἐν χεροῖν γενόμενοι μετὰ τέχνης ἅμα καὶ βίας
ἐχρῶντο τοῖς ξίφεσι. λαβὼν δὲ ὁ Πύρρος ἓν
τραῦμα, δοὺς δὲ δύο, τὸ μὲν εἰς τὸν μηρόν, τὸ δὲ
παρὰ τὸν τράχηλον, ἐτρέψατο καὶ κατέβαλε τὸν
Πάνταυχον οὐ μὴν ἀνεῖλεν, ἀνηρπάγη γάρ ὑπὸ
τῶν φίλων, οἱ δὲ Ἠ πειρῶται τῇ νίκῃ τοῦ
βασιλέως ἐπαρθέντες καὶ θαυμάσαντες τὴν
ἀρετὴν ἐβιάσαντο καὶ διέκοψαν τὴν φάλαγγα τῶν
Μακεδόνων, καὶ φεύγοντας διώκοντες ἀπέκτεινὰν
τε πολλοὺς καὶ πεντακισχιλίους ζῶντας εἷλον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.