Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἵνα, κἂν 1 εἰ δίδυμα τέκοιεν, διττὰς
ἔχοιεν τὰς τῆς τροφῆς πηγάς. χωρὶς δὲ τούτων εὐνούστεραι τοῖς τέκνοις
γίγνοιντ᾽ ἂν καὶ φιλητικώτεραι. καὶ μὰ Δί᾽
οὐκ ἀπεικότως: ἡ συντροφία γὰρ ὥσπερ ἐπιτόνιόν ἐστι τῆς εὐνοίας. καὶ
γὰρ 2 τὰ θηρία τῶν συντρεφομένων
ἀποσπώμενα ταῦτα ποθοῦντα φαίνεται. μάλιστα μὲν οὖν ὅπερ ἔφην αὐτὰς
πειρατέον τὰ τέκνα τρέφειν τὰς μητέρας: εἰ δ᾽ ἄρ᾽ ἀδυνάτως ἔχοιεν
ἢ διὰ σώματος ἀσθένειαν γένοιτο γὰρ ἄν
τι καὶ τοιοῦτον ἢ πρὸς ἑτέρων τέκνων σπεύδουσαι γένεσιν, ἀλλὰ τάς γε
τίτθας καὶ τὰς 3
τροφοὺς οὐ τὰς τυχούσας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.