Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κρημνίσωσι, τότε δὴ μεταμέλονται τὴν τῶν τέκνων
προδεδωκότες παιδείαν, ὅτ᾽ οὐδὲν ὄφελος, τοῖς ἐκείνων ἀδικήμασιν
ἀδημονοῦντες. οἱ μὲν γὰρ αὐτῶν κόλακας καὶ παρασίτους ἀναλαμβάνουσιν,
ἀνθρώπους ἀσήμους 1 καὶ καταράτους καὶ τῆς
νεότητος ἀνατροπέας καὶ λυμεῶνας, οἱ δέ τινες ἑταίρας καὶ χαμαιτύπας
λυτροῦνται σοβαρὰς καὶ πολυτελεῖς, οἱ δὲ κατοψοφαγοῦσιν, οἱ δ᾽ εἰς κύβους
καὶ κώμους ἐξοκέλλουσιν, ἤδη δέ τινες καὶ τῶν νεανικωτέρων ἅπτονται 2
κακῶν, μοιχεύοντες καὶ οἰκοφθοροῦντες 3 καὶ
μίαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.