νέων μηδ᾽ ὠφελεῖσθαι δι᾽ ἀκοῆς ἐθισθέντων ὑπηνέμιος ὄντως ὁ λόγος; ἐκπίπτων
ἀκλειὴς ἀίδηλος ὑπαὶ νεφέεσσι κεδάσθητὰ μὲν γὰρ ἀγγεῖα πρὸς τὴν ὑποδοχὴν τῶν ἐγχεομένων ἐπικλίνουσι καὶ συνεπιστρέφουσιν, ἵν᾽ ἔγχυσις ἀληθῶς, μὴ ἔκχυσις γένηται, αὑτοὺς δὲ τῷ λέγοντι παρέχειν καὶ, συναρμόττειν τῇ προσοχῇ τὴν ἀκρόασιν, ὡς μηδὲν ἐκφύγῃ 1 τῶν χρησίμως λεγομένων, οὐ μανθάνουσιν, ἀλλ᾽ ὃ πάντων καταγελαστότατόν ἐστιν,