Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ θρασεῖς ἧττον ὠφελοῦνται ὑπὸ τῶν λεγόντων, οἱ δὲ θαυμαστικοὶ καὶ ἄκακοι μᾶλλον βλάπτονται, καὶ τὸν Ἡράκλειτον οὐκ ἐλέγχουσιν εἰπόντα ‘ βλὰξ 1 ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι 2 φιλεῖ.’ δεῖ δὲ τὸν μὲν ἔπαινον ἀφελῶς τοῖς λέγουσι τὴν δὲ πίστιν εὐλαβῶς προΐεσθαι τοῖς λόγοις, καὶ τῆς μὲν λέξεως καὶ προφορᾶς τῶν ἀγωνιζομένων εὐμενῆ καὶ ἁπλοῦν εἶναι θεατήν, τῆς δὲ χρείας καὶ τῆς ἀληθείας τῶν λεγομένων ἀκριβῆ καὶ πικρὸν
2 ἐπτοὴσθαι Xylander: παιδεύεσθαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.