Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τινὶ καὶ φειδοῖ τοῦ λέγοντος ὀκνοῦντες ἀνερέσθαι καὶ βεβαιώσασθαι τὸν λόγον , ὡς ἔχοντες ἐν νῷ συνεπινεύουσιν, οἱ δ᾽ ὑπὸ φιλοτιμίας ἀώρου καὶ κενῆς πρὸς ἑτέρους ἁμίλλης ὀξύτητα καὶ δύναμιν εὐμαθείας ἐπιδεικνύμενοι , πρὶν ἢ λαβεῖν ἔχειν [p. 115] ὁμολογοῦντες, οὐ λαμβάνουσιν. εἶτα συμβαίνει τοῖς μὲν αἰδήμοσι καὶ σιωπηλοῖς ἐκείνοις, ὅταν ἀπέλθωσι, λυπεῖν αὑτοὺς καὶ ἀπορεῖσθαι, καὶ τέλος αὖθις ὑπ᾽ ἀνάγκης ἐλαυνομένους σὺν αἰσχύνῃ μείζονι τοῖς εἰποῦσιν ἐνοχλεῖν ἀναπυνθανομένους καὶ μεταθέοντας, τοῖς δὲ φιλοτίμοις καὶ θρασέσιν ἀεὶ περιστέλλειν καὶ ἀποκρύπτειν συνοικοῦσαν τὴν ἀμαθίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.