Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σεμνῦναι τῶν ἐκτὸς ἀλλ᾽ ὑπερορᾶν, ἀσυγγνώμων δὲ καὶ διάβολος ἐν τῷ πρὸς ὀργὴν ἑτέρους παροξύνειν, θηρώμενος μισοπονηρίας δόξαν, ὡς οὐκ ἂν ἑκὼν ὑφέμενος παρρησίας αὐτοῖς οὐδὲ ποιήσας οὐδὲν οὐδ᾽ εἰπὼν πρὸς χάριν, ἔπειτα δὲ τῶν μὲν ἀληθινῶν καὶ μεγάλων ἁμαρτημάτων οὐδὲν εἰδέναι προσποιούμενος οὐδὲ γιγνώσκειν, πρὸς δὲ τὰ μικρὰ καὶ τὰ ἐκτὸς ἐλλείμματα δεινὸς ᾆξαι καὶ μετὰ τόνου καθάψασθαι καὶ σφοδρότητος, ἂν σκεῦος ἀμελῶς ἴδῃ κείμενον, ἂν οἰκοῦντα φαύλως, ἂν ὀλιγωροῦντα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.