Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κόλαξιν, ὡς ἑτοίμους ὄντας. ἂν δὲ πειθόμενοι τῷ θεῷ καὶ τὸ ‘ γνῶθι σαυτὸν’ ὡς ἑκάστῳ τοῦ παντὸς ἄξιόν ἐστι μαθόντες ἅμα καὶ φύσιν καὶ τροφὴν καὶ [p. 159] παίδευσιν ἑαυτῶν ἀναθεωρῶμεν ἐλλείμματα μυρία τοῦ καλοῦ καὶ πολὺ τὸ φαύλως καὶ εἰκῇ συμμεμιγμένον ἔχουσαν ἐν πράξεσιν ἐν λόγοις ἐν πάθεσιν, οὐ πάνυ ῥᾳδίως ἐμπεριπατεῖν τοῖς: κόλαξιν ἑαυτοὺς παρέξομεν. Ἀλέξανδρος μὲν γὰρ ἀπιστεῖν ἔφη τοῖς θεὸν αὐτὸν ἀναγορεύουσιν ἐν τῷ καθεύδειν μάλιστα καὶ ἀφροδισιάζειν, ὡς ἀγεννέστερος: περὶ ταῦτα καὶ παθητικώτερος αὑτοῦ γιγνόμενος:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.