Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ τὸ γελοῖον αὐτοῖς καὶ βωμολόχον, ὥσπερ σιτίοις ὑπότριμμα μοχθηρόν, ἐξίτηλον ἐποίει τὴν παρρησίαν καὶ ἄχρηστον, ὥστε περιῆν κακοηθείας δόξα καὶ βδελυρίας τοῖς λέγουσι, χρήσιμον δὲ τοῖς ἀκούουσιν οὐδὲν ἀπὸ τῶν λεγομένων. ἄλλως μὲν οὖν προσοιστέον ἐστὶ καὶ παιδιὰν καὶ γέλωτα τοῖς φίλοις: ἡ δὲ παρρησία σπουδὴν ἐχέτω καὶ ἦθος. ἂν δ᾽ [p. 165] ὑπὲρ μειζόνων , καὶ πάθει καὶ σχήματι καὶ τόνῳ φωνῆς ὁ λόγος ἀξιόπιστος ἔστω καὶ κινητικός ὁ δὲ καιρὸς ἐν παντὶ μὲν παρεθεὶς μεγάλα βλάπτει, μάλιστα δὲ τῆς παρρησίας διαφθείρει τὸ χρήσιμον. ὅτι μὲν οὖν ἐν οἴνῳ καὶ μέθῃ τὸ τοιοῦτο φυλακτέον,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.