Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστι κτήσασθαι πολλοὺς ἀπ᾽ ὀλίγου νομίσματος. τί οὖν νόμισμα φιλίας; εὔνοια καὶ χάρις μετ᾽ ἀρετῆς, ὧν οὐδὲν ἔχει σπανιώτερον ἡ φύσις. ὅθεν τὸ σφόδρα φιλεῖν καὶ φιλεῖσθαι πρὸς πολλοὺς οὐκ ἔστιν, ἀλλ᾽ ὥσπερ οἱ ποταμοὶ πολλὰς σχίσεις καὶ κατατομὰς λαμβάνοντες ἀσθενεῖς καὶ λεπτοὶ ῥέουσιν, οὕτω τὸ φιλεῖν ἐν ψυχῇ σφοδρὸν πεφυκὸς εἰς πολλοὺς μεριζόμενον ἐξαμαυροῦται. διὸ καὶ τῶν ζῴων τὸ φιλότεκνον τοῖς μονοτόκοις ἰσχυρότερον ἐμφύεται,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.