οὐκ ἔστι φίλον μὴ συναδικεῖσθαι μηδὲ συναδοξεῖν [p. 233] μηδὲ συναπεχθάνεσθαι: οἱ γὰρ ἐχθροὶ τὸν φίλον εὐθὺς ὑφορῶνταί τε καὶ μισοῦσιν, οἱ δὲ φίλοι πολλάκις φθονοῦσί τε καὶ ζηλοτυποῦσι καὶ περισπῶσιν. ὥσπερ οὖν ὁ τῷ Τιμησίᾳ περὶ τῆς ἀποικίας δοθεὶς χρησμὸς προηγόρευσε
σμῆνα 1 μελισσάων τάχα τοι καὶ σφῆκες; ἔσονται, οὕτως οἱ φίλων ζητοῦντες ἑσμὸν ἔλαθον ἐχθρῶν σφηκιαῖς 2 περιπεσόντες. καὶ οὐκ ἴσον ἄγει σταθμὸν ἐχθροῦ μνησικακία καὶ φίλου χάρις. ὅρα δὲ τοὺς