previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, 1 οὐ νῦν ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα, τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην τοῦτο δέ φησιν Ἀριστοτέλης καὶ τὸν Σειληνὸν συλληφθέντα τῷ Μίδᾳ ἀποφήνασθαι. βέλτιον δ᾽ αὐτὰς τὰς τοῦ φιλοσόφου λέξεις παραθέσθαι. φησὶ δὴ ἐν τῷ Εὐδήμῳ ἐπιγραφομένῳ Περὶ ψυχῆς ταυτί. ‘ διόπερ, κράτιστε πάντων καὶ μακαριστότατε, πρὸς τῷ μακαρίους καὶ εὐδαίμονας εἶναι τοὺς τετελευτηκότας νομίζειν καὶ τὸ ψεύσασθαί τι κατ᾽ αὐτῶν καὶ τὸ βλασφημεῖν οὐχ ὅσιον ὡς κατὰ βελτιόνων ἡγούμεθα 2 καὶ κρειττόνων ἤδη γεγονότων. καὶ ταῦθ᾽ οὕτως ἀρχαῖα καὶ παλαιὰ 3 παρ᾽ ἡμῖν, ὥστε τὸ παράπαν οὐδεὶς οἶδεν οὔτε τοῦ χρόνου τὴν ἀρχὴν οὔτε τὸν θέντα πρῶτον, ἀλλὰ τὸν ἄπειρον αἰῶνα διατελεῖ 4 νενομισμένα. πρὸς δὲ δὴ τούτοις διὰ στὸματος ὂν 5 τοῖς ἀνθρώποις ὁρᾷς καὶ 6 ἐκ πολλῶν ἐτῶν περιφέρεται θρυλούμενον.’ ‘τί τοῦτ᾽ ;ἔφη. κἀκεῖνος [p. 282] ὑπολαβώνὡς ἄρα μὴ γενέσθαι 7 μένἔφηἄριστον πάντων, τὸ δὲ τεθνάναι τοῦ ζῆν ἐστι κρεῖττον. καὶ πολλοῖς: οὕτω παρὰ τοῦ δαιμονίου μεμαρτύρηται. τοῦτο μὲν ἐκείνῳ τῷ Μίδᾳ λέγουσι δήπου μετὰ τὴν θήραν ὡς ἔλαβε τὸν Σειληνὸν διερωτῶντι καὶ πυνθανομένῳ τί ποτ᾽ ἐστὶ τὸ βέλτιστον 8 τοῖς ἀνθρώποις καὶ τί τὸ πάντων αἱρετώτατον, τὸ μὲν πρῶτον οὐδὲν ἐθέλειν εἰπεῖν ἀλλὰ σιωπᾶν ἀρρήκτως: 9 ἐπειδὴ δέ ποτε μόγις πᾶσαν μηχανὴν μηχανώμενος προσηγάγετο φθέγξασθαί τι πρὸς αὐτόν, οὕτως ἀναγκαζόμενον εἰπεῖνδαίμονος ἐπιπόνου καὶ τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί με βιάζεσθε λέγειν ὑμῖν ἄρειον μὴ γνῶναι; μετ᾽ ἀγνοίας γὰρ τῶν οἰκείων κακῶν ἀλυπότατος βίος. ἀνθρώποις δὲ πάμπαν οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς τοῦ βελτίστου φύσεως ἄριστον ὰρα 10 πᾶσι καὶ πάσαις τὸ μὴ γενέσθαι: τὸ μέντοι μετὰ τοῦτο καὶ πρῶτον τῶν ἀνθρώπῳ ἀνυστῶν, 11 δεύτερον δέ, 12 τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα.’ δῆλον οὖν ὡς 13 οὔσης κρείττονος τῆς ἐν τῷ τεθνάναι διαγωγῆς τῆς ἐν τῷ ζῆν, οὕτως ἀπεφήνατομυρία δ᾽ ἐπὶ μυρίοις ἄν τις ἔχοι τοιαῦτα παρατίθεσθαι πρὸς ταὐτὸ κεφάλαιον: ἀλλ οὐκἀναγκαῖον μακρηγορεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: