διὸ τοὺς εὖ φρονοῦντας ἐπὶ τοῖς ἀποθνῄσκουσιν οὐ χρὴ πέρα τοῦ φυσικοῦ καὶ μετρίου τῆς περὶ τὴν τύχην 1 λύπης εἰς ἄπρακτα καὶ βαρβαρικὰ πένθη παρεκτρέπεσθαι καὶ τοῦθ᾽ ὅπερ πολλοῖς ἢδη συνέβη περιμένειν, ὥστε πρὶν ἀπώσασθαι τὰ πένθη κακουχουμένους τελευτῆσαι τὸν βίον καὶ ἐν τοῖς πενθίμοις τῆς κακοδαίμονος ταφῆς μεταλαβεῖν, ἅμα τῶν τε ἀνιαρῶν καὶ τῶν ἐκ τῆς ἀλογιστίας κακῶν συγκηδευομένων αὐτοῖς, ὥστ̓ἐπιφθέγξασθαι τὸ Ὁμηρικὸν
μυρομένοισι 2 δὲ τοῖσι μέλας ἐπὶ ἕσπερος ἦλθεΔιὸ καὶ πολλάκις αὑτοῖς προσδιαλέγεσθαι χρὴ ‘τί ’