Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ δ᾽ ὑγίεια ταῖς ἡδοναῖς ὥσπερ ἡ γαλήνη ταῖς ἀλκυόσιν ἀσφαλῆ καὶ καλὴν γένεσιν καὶ λοχείαν ἐνδίδωσι . κομψῶς γὰρ ἔοικεν ὁ Πρόδικος εἰπεῖν ὅτι τῶν ἡδυσμάτων ἄριστόν ἐστι τὸ πῦρ: ἀληθέστερον δ᾽ 1 ἄν τις εἴποι τὴν ὑγίειαν ἥδυσμα θειότατον εἶναι καὶ προσηνέστατον: ἑφθὰ μὲν γὰρ καὶ ὀπτὰ καὶ πεπτὰ βρώματα νοσοῦσιν ἢ κραιπαλῶσιν ἢ ναυτιῶσιν οὐδεμίαν ἡδονὴν οὐδὲ χάριν ἀποδίδωσι, καθαρὰ δὲ καὶ ἀκραιφνὴς ὄρεξις ὑγιαίνοντι: σώματι πᾶν ἡδὺ ποιεῖ καὶ ‘ἁρπαλέον,’ ὡς Ὅμηρος 2 ἔφη, καὶ πρόσφορον.
ἐπεὶ δ᾽ ὥσπερ ὁ Δημάδης πολεμικοὺς ἀκαίρως
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.