Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλὰ προσβιαζόμενοι θνητὸν ἀθανάτῳ καὶ γηγενὲς Ὀλυμπίῳ συναμιλλᾶσθαι καὶ συνεξανύτειν. εἶθ᾽ ὡς ὁ βοῦς πρὸς τὴν ὁμόδουλον ἔλεγε κάμηλον, ἐπικουφίσαι τοῦ φορτίου μὴ βουλομένην, ἀλλὰ ‘ κἀμὲ καὶ ταῦτα πάντα μετὰ μικρὸν οἴσεις:’ , ὃ καὶ συνέβη τελευτήσαντος αὐτοῦ, οὕτω συμβαίνει τῇ ψυχῇ: μικρὰ χαλάσαι καὶ παρεῖναι μὴ βουλομένη πονοῦντι καὶ δεομένῳ, μετ᾽ ὀλίγον πυρετοῦ τινος ἢ σκοτώματος ἐμπεσόντος ἀφεῖσα τὰ βιβλία καὶ τοὺς [p. 336] λόγους καὶ τὰς διατριβὰς ἀναγκάζεται συννοσεῖν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.