Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰς ὀχείας: φιλοσοφίᾳ δὲ πολλῶν λόγων καὶ καλῶν ἐνόντων, οὐδενὸς ἧττον ἄξιος σπουδῆς ὁ γαμήλιός ἐστιν οὗτος, ᾧ κατᾴδουσα τοὺς ἐπὶ βίου κοινωνίᾳ συνιόντας εἰς ταὐτὸ πράους τε παρέχει καὶ χειροήθεις ἀλλήλοις. ὧν οὖν ἀκηκόατε πολλάκις ἐν φιλοσοφίᾳ παρατρεφόμενοι κεφάλαια συντάξας ἔν τισιν ὁμοιότησι βραχείαις, ὡς εὐμνημόνευτα μᾶλλον εἴη, κοινὸν ἀμφοτέροις πέμπω δῶρον, εὐχόμενος τῇ Ἀφροδίτῃ τὰς Μούσας παρεῖναι καὶ συνεργεῖν, ὡς μήτε λύραν τινὰ μήτε κιθάραν μᾶλλον αὐταῖς ἢ τὴν περὶ γάμον καὶ οἶκον ἐμμέλειαν ἡρμοσμένην παρέχειν [p. 338] διὰ λόγου καὶ ἁρμονίας: καὶ φιλοσοφίας προσῆκον. καὶ γὰρ οἱ παλαιοὶ τῇ Ἀφροδίτῃ τὸν Ἑρμῆν συγκαθίδρυσαν, ὡς τῆς περὶ τὸν γάμον ἡδονῆς μάλιστα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.