Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Ἡσίοδος καὶ διαίτης ἐν Λοκροῖς, τῇ τοῦ ξένου θυγατρὶ κρύφα συγγενομένου καὶ φωραθέντος ὑποψίαν ἔσχεν ὡς γνοὺς ἀπ᾽ ἀρχῆς καὶ συνεπικρύψας τὸ ἀδίκημα, μηδενὸς ὢν αἴτιος, ὀργῆς; 1 δὲ καιρῷ καὶ διαβολῆς περιπεσὼν ἀδίκως. ἀπέκτειναν γὰρ αὐτὸν οἱ τῆς παιδίσκης ἀδελφοὶ περὶ τὸ Λοκρικὸν Νέμειον ἐνεδρεύσαντες, καὶ μετ᾽ αὐτοῦ τὸν ἀκόλουθον, ᾧ Τρωίλος ἦν ὄνομα. τῶν δὲ σωμάτων εἰς τὴν θάλασσαν ὠσθέντων τὸ μὲν τοῦ Τρωίλου, εἰς τὸν Δάφνον ποταμὸν 2 ἔξω φορούμενον, ἐπεσχέθη περικλύστῳ χοιράδι μικρὸν ὑπὲρ τὴν θάλασσαν ἀνεχούσῃ : καὶ μέχρι νῦν [p. 398] Τρωίλος ἡ χοιρὰς καλεῖται: τοῦ δ᾽ Ἡσιόδου τὸν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.