Ὀρόντου
Ὀρόντης, ὁ βασιλέως Ἀρταξέρξου γαμβρός, ἀτιμίᾳ περιπεσὼν διὰ κατηγορίαν1 καὶ καταγνωσθεὶς ἔφη, καθάπερ οἱ τῶν ἀριθμητικῶν δάκτυλοι νῦν μὲν μυριάδας νῦν δὲ μονάδας τιθέναι2 δύνανται, τὸ [p. 22] αὐτὸ καὶ τοὺς τῶν βασιλέων φίλους, νῦν μὲν τὸ πᾶν δύνασθαι νῦν δὲ τοὐλάχιστον.

