Σκιλούρου
Σκιλοῦρος ὀγδοήκοντα1 παῖδας ἄρρενας ἀπολιπὼν, ἐπεὶ τελευτᾶν ἔμελλε, δέσμην ἀκοντίων ἑκάστῳ προτείνων ἐκέλευε καταθραῦσαι: πάντων δὲ ἀπαγορευσάντων, καθ᾽ ἓν αὐτὸς ἐξελὼν ἀκόντιον ἅπαντα ῥᾳδίως συνέκλασε, διδάσκων ἐκείνους, ὅτι συνεστῶτες ἰσχυροὶ διαμενοῦσιν, ἀσθενεῖς δ᾽ ἔσονται διαλυθέντες καὶ στασιάσαντες.

