previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διονυσίου τοῦ νεωτέρου


δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ δι᾽ ἐκείνων θαυμάζεσθαι βουλόμενος.


Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν ἐξελέγχειν, ‘ἀμέλει τοῖς λόγοις,’ εἶπεν, ‘ἐγὼ δέ σε τοῖς ἔργοις ἐλέγχω: τὰ γὰρ σεαυτοῦ καταλιπὼν ἐμὲ καὶ τὰ ἐμὰ θεραπεύεις.’


ἐκπεσὼν δὲ τῆς ἀρχῆς, πρὸς μὲν τὸν εἰπόντα, ‘τί σε Πλάτων καὶ φιλοσοφία ὠφέλησε;’ ‘ [p. 36] τὸ τηλικαύτην,’ ἔφη, ‘τύχης μεταβολὴν ῥᾳδίως ὑπομένειν’.


ἐρωτηθεὶς δὲ πῶς μὲν πατήρ αὐτοῦ πένης ὢν καὶ ἰδιώτης ἐκτήσατο τὴν Συρακουσίων ἀρχήν, αὐτὸς δὲ ἔχων καὶ τυράννου παῖς ὢν πῶς ἀπέβαλεν: ‘ μὲν πατήρ,’ ἔφη, ‘μισουμένης δημοκρατίας ἐνέπεσε1 τοῖς πράγμασιν, ἐγὼ δὲ φθονουμένης τυραννίδος.’


ὑπὸ ἄλλου δὲ τὸ αὐτὸ τοῦτο ἐρωτηθείς, ‘ πατήρ,’ ἔφη, ‘μοι τὴν τυραννίδα τὴν ἑαυτοῦ κατέλιπεν, οὐ τὴν τύχην.’

load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: