previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντιγόνου


Ἀντίγονος εἰσέπραττε χρήματα συντόνως: εἰπόντος δέ τινος, ‘ἀλλ᾽ οὐκ Ἀλέξανδρος ἦν τοιοῦτος,’ ‘εἰκότως,’ εἶπεν, ‘ἐκεῖνος μὲν γὰρ ἐθέριζε τὴν Ἀσίαν, ἐγὼ δὲ καλαμῶμαι.’


τῶν δὲ στρατιωτῶν ἰδών τινας ἐν τοῖς θώραξι καὶ τοῖς κράνεσι σφαιρίζοντας ἥσθη, καὶ τοὺς ἡγεμόνας αὐτῶν μετεπέμπετο ἐπαινέσαι βουλόμενος: ὡς δὲ ἤκουσεν ὅτι πίνουσιν, τὰς ἐκείνων ἡγεμονίας τοῖς στρατιώταις ἔδωκε.


θαυμαζόντων δὲ πάντων ὅτι γέρων γενόμενος ἠπίως ἐχρῆτο καὶ πράως τοῖς πράγμασι, ‘πρότερον μὲν γάρ,’ εἶπε, ‘δυνάμεως ἐδεόμην, νῦν δὲ δόξης καὶ εὐνοίας.’


πρὸς δὲ τὸν υἱὸν Φίλιππον πυθόμενον [p. 70] πλειόνων παρόντων, ‘πότε μέλλομεν ἀναζευγνύναι;’ ‘τί δέδοικας;’ εἶπε, ‘μὴ μόνος τῆς σάλπιγγος οὐκ ἀκούσῃς1;’


σπουδάσαντος δὲ τοῦ νεανίσκου λαβεῖν κατάλυσιν παρὰ γυναικὶ χήρᾳ τρεῖς ἐχούσῃ θυγατέρας εὐπρεπεῖς, καλέσας τὸν ἐπὶ τῶν ξενίων εἶπεν, ‘οὐκ ἐξάξεις μου τὸν υἱὸν ἀπὸ τῆς στενοχωρίας;’


νοσήσας δὲ μακρὰν νόσον ὡς ἀνέρρωσεν, ‘οὐδέν,’ ἔφη, ‘χεῖρον: ὑπέμνησε γὰρ ἡμᾶς νόσος μὴ μέγα φρονεῖν ὡς ὄντας θνητούς.’


Ἑρμοδότου δὲ αὐτὸν ἐν τοῖς ποιήμασιν Ἡλίου παῖδα γράψαντος, ‘οὐ ταῦτά μοι,’ ἔφη, ‘σύνοιδεν λασανοφόρος.’


εἰπόντος δέ τινος ὅτιπάντα καλὰ καὶ δίκαιατοῖς βασιλεῦσι, ‘ναὶ μὰ Δία,’ εἶπε, ‘τοῖς τῶν βαρβάρων: ἡμῖν δὲ μόνα καλὰ τὰ καλὰ καὶ μόνα δίκαια τὰ δίκαια.’


Μαρσύου τοῦ ἀδελφοῦ δίκην ἔχοντος, ἀξιοῦντος δὲ τὴν κρίσιν αὐτῷ γενέσθαι κατ᾽ οἰκίαν, ‘ἔσται μὲν οὖν,’ εἶπεν, ‘ἐν τῇ ἀγορᾷ καὶ πάντων ἀκουόντων εἰ μηδὲν ἀδικοῦμεν.’


ἐπεὶ δέ ποτε χειμῶνος ἐν τόποις σπανίζουσι τῶν ἐπιτηδείων ἠνάγκασε καταζεῦξαι καὶ τῶν στρατιωτῶν τινες ἐλοιδόρουν αὐτὸν ἀγνοοῦντες ὅτι πλησίον ἐστίν, τῇ βακτηρίᾳ τὴν σκηνὴν διαστείλας [p. 72]οἰμώξετε,’ εἶπεν, ‘εἰ μὴ μακρότερον ἀποστάντες λοιδορήσετε ἡμᾶς.’


Ἀριστοδήμου δὲ τῶν φίλων τινὸς ἐκ μαγείρου γεγονέναι δοκοῦντος, συμβουλεύοντος δὲ αὐτῷ τῶν ἀναλωμάτων καὶ τῶν δωρεῶν ἀφαιρεῖν, ‘οἱ λόγοι σου,’ εἶπεν, ‘ Ἀριστόδημε, περιζώματος ὄζουσιν.’


Ἀθηναίων δὲ δοῦλον αὐτοῦ τιμώμενον2 εἰς τὴν πολιτείαν ὡς ἐλεύθερον ἐγγραψάντων, ‘οὐκ ἄν,,’ εἶπεν, ‘ἐβουλόμην ἕνα Ἀθηναῖον ὑπ᾽ ἐμοῦ μαστιγοῦσθαι.3


νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπ᾽ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν: ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου, ‘τί λέγεις;’ εἶπεν, ‘
ταῦτ᾽ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα;


ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος ὅτι χιονοβόλος ὥρα γενομένη λιποβοτανεῖν4 ἐποίησε τὴν χώραν, ‘οὐ παύσῃ μοι,’ εἶπεν, ‘ὡς ὄχλῳ χρώμενος;’


Θρασύλλου δὲ τοῦ κυνικοῦ δραχμὴν αἰτήσαντος αὐτόν, ‘ἀλλ᾽ οὐ βασιλικόν,’ ἔφη, ‘τὸ δόμα:’ τοῦ δὲ εἰπόντος, ‘οὐκοῦν τάλαντον δός μοι,’ ‘ἀλλ᾽ οὐ κυνικόν,’ ἔφη, ‘τὸ λῆμμα.’


πέμπων δὲ Δημήτριον τὸν υἱὸν μετὰ νεῶν [p. 74] πολλῶν καὶ δυνάμεων ἐλευθερώσοντα τοὺς Ἕλληνας ἔλεγε τὴν δόξαν ὥσπερ ἀπὸ σκοπῆς τῆς Ἑλλάδος εἰς τὴν οἰκουμένην πυρσεύεσθαι.


Ἀνταγόρου δὲ τοῦ ποιητοῦ γόγγρον ἕψοντος καὶ αὐτοῦ τὴν λοπάδα σείοντος, ἐπιστὰς ἐξόπισθεν, ‘οἴει,’ φησί, ‘τὸν Ὅμηρον, Ἀνταγόρα, γόγγρον ἕψειν τὰς τοῦ Ἀγαμέμνονος γράφοντα πράξεις;’ καὶ Ἀνταγόρας, ‘σὺ δέ,’ εἶπεν, ‘ βασιλεῦ, τὸν Ἀγαμέμνονα νομίζεις πράττοντα τὰς πράξεις ἐκείνας πολυπραγμονεῖν, εἴ τις ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει;’


ἐπεὶ δ᾽ ὄναρ ἰδὼν χρυσοῦν θέρος ἐξαμῶντα Μιθριδάτην ἐβουλεύσατο κτεῖναι, καὶ Δημητρίῳ τῷ υἱῷ φράσας ὥρκωσε σιωπήσειν,5 παραλαβὼν6 τὸν Μιθριδάτην Δημήτριος καὶ συμπεριπατῶν παρὰ θάλατταν ἐν τῷ αἰγιαλῷ κατέγραψε τῷ σαυρωτῆρι τοῦ δόρατος, ‘φεῦγε, Μιθριδᾶτα.’ ἐκεῖνος δὲ νοήσας ἔφυγεν εἰς Πόντον κἀκεῖ βασιλεύων διετέλεσε.

1 ἀκούσῃς Moralia, 506 d: ἀκούσῃ.

2 τιμώμενον] γενόμενον Cobet.

3 μαστιγοῦσθαι] μεμαστιγῶσθαι Pantazides and S. A. Naber, but μαστιγοῦσθαι can be defended as an “imperfect infinitive.”

4 λιποβοτανεῖν Bernardakis: λειποβοτανεῖν.

5 σιωπήσειν, Life of Demetrius, chap. iv. is probably right: σιωπῆσαι.

6 παραλαβὼν F.C.B.: δὲ παραλαβὼν. Some slight change is required to make the sentence grammatical. Bernardakis accomplishes the same result by omitting Ἐπεὶ δ᾽ and Δημήτριος.

load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: