Ἀντιπάτρου
Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπὸ Ἀλεξάνδρου τελευτήν, ‘εἰ μὲν ἐπεβούλευσεν’ Ἀλεξάνδρῳ Παρμενίων, εἶπε, ‘τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον;’
Δημάδου δὲ τοῦ ῥήτορος ἤδη πρεσβύτου γεγονότος ἔφη καθάπερ ἱερείου διαπεπραγμένου καταλείπεσθαι μόνην τὴν γαστέρα καὶ τὴν γλῶτταν.

