previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ξέρξου


Ξέρξῃ τῷ Δαρείου περὶ τῆς βασιλείας ἀμφισβητῶν ἀδελφὸς Ἀριαμένης κατέβαινεν ἐκ τῆς Βακτριανῆς: ἔπεμψεν οὖν αὐτῷ δῶρα, φράσαι κελεύσας τοὺς διδόντας, ‘τούτοις σε τιμᾷ νῦν Ξέρξης ἀδελφός: ἐὰν δὲ βασιλεὺς ἀναγορευθῇ, [p. 16] πάντων ἔσῃ παρ᾽ αὐτῷ μέγιστος.’ ἀποδειχθέντος δὲ τοῦ Ξέρξου βασιλέως, μὲν Ἀριαμένης εὐθὺς προσεκύνησε καὶ τὸ διάδημα περιέθηκεν, δὲ Ξέρξης ἐκείνῳ τὴν δευτέραν μεθ᾽ ἑαυτὸν ἔδωκε τάξιν.


ὀργισθεὶς δὲ Βαβυλωνίοις ἀποστᾶσι καὶ κρατήσας προσέταξεν ὅπλα μὴ φέρειν, ἀλλὰ ψάλλειν καὶ αὐλεῖν καὶ πορνοβοσκεῖν καὶ καπηλεύειν καὶ φορεῖν κολπωτοὺς χιτῶνας.


Ἀττικὰς δὲ ἰσχάδας οὐκ ἂν ἔφη φαγεῖν ὠνίους κομισθείσας, ἀλλ᾽ ὅταν τὴν φέρουσαν κτήσηται χώραν.


Ἕλληνας δὲ κατασκόπους ἐν τῷ στρατοπέδῳ λαβὼν οὐδὲν ἠδίκησεν, ἀλλὰ τὴν στρατιὰν ἀδεῶς ἐπιδεῖν κελεύσας ἀφῆκεν.

load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: