Ἀρταξέρξου
Ἀρτοξέρξης ὁ Ξέρξου, ὁ μακρόχειρ προσαγορευθεὶς διὰ τὸ τὴν ἑτέραν χεῖρα μακροτέραν ἔχειν, ἔλεγεν ὅτι τὸ προσθεῖναι τοῦ ἀφελεῖν βασιλικώτερόν ἐστι.
πρῶτος δὲ πρωτοβολεῖν ἐκέλευσε τῶν συγκυνηγετούντων τοὺς δυναμένους καὶ βουλομένους.
πρῶτος δὲ τοῖς ἁμαρτάνουσι τῶν [p. 18] ἡγεμονικῶν τιμωρίαν ἔταξεν, ἀντὶ τοῦ τὸ σῶμα μαστιγοῦν καὶ τὴν κεφαλὴν ἀποτίλλειν,1 μαστιγοῦσθαι μὲν ἀποδυσαμένων τὰ ἱμάτια τίλλεσθαι δὲ τὴν τιάραν ἀποθεμένων.
Σατιβαρζάνην δὲ τὸν κατακοιμιστὴν αἰτούμενόν τι παρ᾽ αὐτοῦ τῶν μὴ δικαίων αἰσθόμενος ἐπὶ τρισμυρίοις δαρεικοῖς τοῦτο ποιοῦντα, προσέταξε τῷ ταμίᾳ τρισμυρίους δαρεικοὺς κομίσαι: καὶ διδοὺς2 αὐτῷ, ‘λάβε,’ εἶπεν, ‘ὦ Σατιβαρζάνη: ταῦτα μὲν γὰρ δοὺς οὐκ3 ἔσομαι πενέστερος, ἐκεῖνα δὲ πράξας ἀδικώτερος.’

