previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παύλου Ἀιμιλίου


Παῦλος Αἰμίλιος δευτέραν ὑπατείαν μετελθὼν ἀπέτυχεν ἐπεὶ δὲ τοῦ πρὸς Περσέα καὶ Μακεδόνας πολέμου μῆκος λαμβάνοντος ἀπειρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν, ἐκεῖνον ὕπατον ἀπέδειξαν, οὐκ ἔφη χάριν ἔχειν αὐτοῖς: οὐ γὰρ αὐτὸς ἀρχῆς δεόμενος, ὡς ἐκείνων ἄρχοντος, ᾑρῆσθαι στρατηγός.


ἐλθὼν δὲ εἰς οἶκον ἐξ ἀγορᾶς καὶ τὴν Τερτίαν τὸ θυγάτριον εὑρὼν δεδακρυμένον ἐπυνθάνετο τὴν αἰτίαν εἰπούσης δὲ ὅτιΠερσεὺς τέθνηκεν [p. 174] ἡμῖν κυνίδιον δ᾽ ἦν οὕτως ὀνομαζόμενον ‘, ἀγαθῇ τύχῃ,’ εἶπεν, ‘ θύγατερ, καὶ δέχομαι τὸν οἰωνόν.’


εὑρὼν δὲ ἐπὶ στρατοπέδου πολλὴν θρασύτητα καὶ λαλιὰν παραστρατηγούντων καὶ πολυπραγμονούντων ἐκέλευσεν ἡσυχίαν ἔχειν καὶ ποιεῖν ὀξείας τὰς μαχαίρας μόνον, αὑτῷ δὲ τῶν ἄλλων μελήσειν.


τὰς δὲ νυκτερινὰς φυλακὰς ἐκέλευσεν φυλάττειν ἄνευ λόγχης καὶ ξίφους, ὅπως ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες μᾶλλον καὶ διαμαχοῦνται πρὸς τὸν ὕπνον.


ἐμβαλὼν δὲ διὰ τῶν ἄκρων εἰς Μακεδονίαν καὶ συντεταγμένους ἰδὼν τοὺς πολεμίους, τοῦ Νασικᾶ παρακαλοῦντος αὐτὸν εὐθὺς ἐπιχειρεῖνεἴγε τὴν σήν,’ εἶπεν, ‘ἡλικίαν εἶχον, αἱ δὲ πολλαί με πεῖραι κωλύουσιν ἐκ πορείας πρὸς φάλαγγα συντεταγμένην μάχεσθαι.’


νικήσας δὲ τὸν Περσέα καὶ τὰς ἐπινικίους ποιούμενος ἑστιάσεις ἔλεγε τῆς αὐτῆς ἐμπειρίας εἶναι στράτευμα φοβερώτατον πολεμίοις καὶ συμπόσιον ἥδιστον φίλοις παρασχεῖν.


τοῦ δὲ Περσέως αἰχμαλώτου γενομένου καὶ παρακρουομένου1 τὸν θρίαμβον, ‘ἐπὶ σοί,’ εἶπε, ‘τοῦτ᾽ ἐστίν,’ ἐξουσίαν διδοὺς αὐτῷ ἑαυτὸν ἀνελεῖν. [p. 17216]


χρημάτων δὲ ἀπείρων εὑρεθέντων, αὐτὸς μὲν οὐκ ἔλαβε, τῷ δὲ γαμβρῷ Τουβέρωνι φιάλην ἀργυρᾶν ὁλκῆς πέντε λιτρῶν ἀριστεῖον ἔδωκε. καὶ τοῦτό φασι πρῶτον εἰς τὸν Αἰλίων2 οἶκον εἰσελθεῖν κειμήλιον ἀργυροῦν.


τεττάρων δὲ παίδων ἀρρένων αὐτῷ γεγονότων, δύο μὲν πρότερον ἐτύγχανεν ἐκδεδωκὼς ἑτέροις θέσθαι: δυοῖν δὲ ὄντων ἐπὶ τῆς οἰκίας μὲν ἡμέραις πέντε πρὸ τοῦ θριάμβου, τετταρεσκαίδεκα γεγονὼς ἔτη, ἀπέθανεν, δὲ ὕστερον πέντε τοῦ θριάμβου, δωδεκαέτης. προελθὼν δέ, τοῦ δήμου συναλγοῦντος αὐτῷ καὶ συμπενθοῦντος, νῦν ἔφη περὶ τῆς πατρίδος ἀδεὴς γεγονέναι καὶ ἀκίνδυνος, ὁπότε τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης ὑπὲρ πάντων αὐτὸς ἀναδέδεκται.

1 παρακρουομένου] παραιτούμενος Life of Aemilius Paulus, chap. xxxiv.

2 Αἰλίων Life of Aemilius Paulus, chap. xxviii.: αἰμιλίων.

load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: